Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Δαναῶν διʼ ὄχλου· μηδὲ πατρῷον δόμον
  2. αἴσχυνʼ· ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος
  3. κακῶς ἀκούειν· ἐν γὰρ Ἕλλησιν μέγας.
Κλυταιμήστρα
  1. ἔστιν τάδʼ· ἄρχε· σοί με δουλεύειν χρεών.
  2. εἰ δʼ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶν
  3. ἐσθλῶν κυρήσεις· εἰ δὲ μή, τί δεῖ πονεῖν;
Χορός
  1. τίνʼ ἄρʼ Ὑμέναιος διὰ λωτοῦ Λίβυος
  2. μετά τε φιλοχόρου κιθάρας
  3. συρίγγων θʼ ὑπὸ καλαμοεσ-