Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.
Πενθεύς
  1. καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς
  2. λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.
Διόνυσος
  1. οὐκοῦν ἐπʼ αὐτὸ τοῦτʼ ἀποστέλλῃ φύλαξ·
  2. λήψῃ δʼ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος.
Πενθεύς
  1. κόμιζε διὰ μέσης με Θηβαίας χθονός·
  2. μόνος γὰρ αὐτῶν εἰμʼ ἀνὴρ τολμῶν τόδε.
Διόνυσος
  1. μόνος σὺ πόλεως τῆσδʼ ὑπερκάμνεις, μόνος·
  2. τοιγάρ σʼ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.
  3. ἕπου δέ· πομπὸς δʼ εἶμʼ ἐγὼ σωτήριος,
  4. κεῖθεν δʼ ἀπάξει σʼ ἄλλος.
Πενθεύς
  1. ἡ τεκοῦσά γε.
Διόνυσος
  1. ἐπίσημον ὄντα πᾶσιν.
Πενθεύς
  1. ἐπὶ τόδʼ ἔρχομαι.
Διόνυσος
  1. φερόμενος ἥξεις ---
Πενθεύς
  1. ἁβρότητʼ ἐμὴν λέγεις.
Διόνυσος
  1. ἐν χερσὶ μητρός.
Πενθεύς
  1. καὶ τρυφᾶν μʼ ἀναγκάσεις.
Διόνυσος
  1. τρυφάς γε τοιάσδε.
Πενθεύς
  1. ἀξίων μὲν ἅπτομαι.