Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. δίκετε πεδόσε τρομερὰ σώματα
  2. δίκετε, Μαινάδες· ὁ γὰρ ἄναξ
  3. ἄνω κάτω τιθεὶς ἔπεισι
  4. μέλαθρα τάδε Διὸς γόνος.
Διόνυσος
  1. βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ
  2. πρὸς πέδῳ πεπτώκατʼ; ᾔσθησθʼ, ὡς ἔοικε, Βακχίου
  3. διατινάξαντος δῶμα Πενθέως· ἀλλʼ ἐξανίστατε
  4. σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.
Χορός
  1. ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,
  2. ὡς ἐσεῖδον ἀσμένη σε, μονάδʼ ἔχουσʼ ἐρημίαν.
Διόνυσος
  1. εἰς ἀθυμίαν ἀφίκεσθʼ, ἡνίκʼ εἰσεπεμπόμην,
  2. Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;
Χορός
  1. πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;
  2. ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;
Διόνυσος
  1. αὐτὸς ἐξέσῳσʼ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.
Χορός
  1. οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις;