Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τὸ Διὸς βρέφος ἔλαβες,
  2. ὅτε μηρῷ πυρὸς ἐξ ἀθανάτου [*](word split in text ἀ-θανάτου)
  3. Ζεὺς ὁ τεκὼν ἥρπασέ [*](word split in text ἥρ-πασέ)
  4. νιν, τάδʼ ἀναβοάσας·
  5. Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρσενα [*](word split in text ἄρ-σενα)
  6. τάνδε βᾶθι νηδύν·
  7. ἀναφαίνω σε τόδʼ, ὦ Βάκχιε, [*](word split in text Βάκ-χιε)
  8. Θήβαις ὀνομάζειν.
  9. σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα,
  10. στεφανηφόρους ἀπωθῇ
  11. θιάσους ἔχουσαν ἐν σοί.
  12. τί μʼ ἀναίνῃ; τί με φεύγεις;
  13. ἔτι ναὶ τὰν βοτρυώδη
  14. Διονύσου χάριν οἴνας,
  15. ἔτι σοι τοῦ Βρομίου μελήσει.
Χορός
  1. οἵαν οἵαν ὀργὰν