Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. γὰρ ὅμως αἰθέρα ναίοντες [*](word split in text ναίον-τες)
  2. ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.
  3. τὸ σοφὸν δʼ οὐ σοφία
  4. τό τε μὴ θνητὰ φρονεῖν.
  5. βραχὺς αἰών· ἐπὶ τούτῳ
  6. δέ τις ἂν μεγάλα διώκων
  7. τὰ παρόντʼ οὐχὶ φέροι. μαινομένων [*](word split in text μαι-νομένων)
  8. οἵδε τρόποι καὶ
  9. κακοβούλων παρʼ ἔμοιγε φωτῶν.[*](word and line split in text ἔμοι-||γε φωτῶν.)
Χορός
  1. ἱκοίμαν ποτὶ Κύπρον,
  2. νᾶσον τᾶς Ἀφροδίτας,
  3. ἵνʼ οἱ θελξίφρονες νέμονται [*](word split in text νέμον-ται)
  4. θνατοῖσιν Ἔρωτες,
  5. Πάφον θʼ ἃν ἑκατόστομοι
  6. βαρβάρου ποταμοῦ ῥοαὶ
  7. καρπίζουσιν ἄνομβροι.