Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω
  2. Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν
  3. ἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον
  4. εὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι.
Κάδμος
  1. Διόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν.
Διόνυσος
  1. ὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε.
Κάδμος
  1. ἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν.
Διόνυσος
  1. καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.
Κάδμος
  1. ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.
Διόνυσος
  1. πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.
Ἀγαύη
  1. αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί.
Διόνυσος
  1. τί δῆτα μέλλεθʼ ἅπερ ἀναγκαίως ἔχει;
Κάδμος
  1. ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν
  2. πάντες, σύ θʼ ἡ τάλαινα σύγγονοί τε σαί,
  3. ἐγώ θʼ ὁ τλήμων· βαρβάρους ἀφίξομαι
  4. γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον
  5. ἐς Ἑλλάδʼ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.
  6. καὶ τὴν Ἄρεως παῖδʼ Ἁρμονίαν, δάμαρτʼ ἐμήν,
  7. δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίαν
  8. ἄξω ʼπὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,