Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἕλικα νεότομον ἐπὶ μέλαθρα,
  2. μακάριον θήραν.
Χορός
  1. ὁρῶ καί σε δέξομαι σύγκωμον.
Ἀγαύη
  1. ἔμαρψα τόνδʼ ἄνευ βρόχων
  2. λέοντος ἀγροτέρου νέον ἶνιν·
  3. ὡς ὁρᾶν πάρα.
Χορός
  1. πόθεν ἐρημίας;
Ἀγαύη
  1. Κιθαιρὼν ---
Χορός
  1. Κιθαιρών;
Ἀγαύη
  1. κατεφόνευσέ νιν.
Χορός
  1. τίς ἁ βαλοῦσα;
Ἀγαύη
  1. πρῶτον ἐμὸν τὸ γέρας.
  2. μάκαιρʼ Ἀγαύη κλῃζόμεθʼ ἐν θιάσοις.
Χορός
  1. τίς ἄλλα;
Ἀγαύη
  1. τὰ Κάδμου ---
Χορός
  1. τί Κάδμου;