The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Καδμείων ἔμολον γᾶν,
  2. κλεινῶν Ἀγηνοριδᾶν
  3. ὁμογενεῖς ἐπὶ Λαΐου
  4. πεμφθεῖσʼ ἐνθάδε πύργους.
  5. ἴσα δʼ ἀγάλμασι χρυσοτεύ-
  6. κτοις Φοίβῳ λάτρις ἐγενόμαν·
  7. ἔτι δὲ Κασταλίας ὕδωρ
  8. περιμένει με κόμας ἐμᾶς
  9. δεῦσαι παρθένιον χλιδὰν
  10. Φοιβείαισι λατρείαις.
Χορός
  1. ἰὼ λάμπουσα πέτρα πυρὸς
  2. δικόρυφον σέλας ὑπὲρ ἄκρων
  3. βακχειῶν Διονύσου,
  4. οἴνα θʼ ἃ καθαμέριον
  5. στάζεις τὸν πολύκαρπον
  6. οἰνάνθας ἱεῖσα βότρυν,
  7. ζάθεά τʼ ἄντρα δράκοντος οὔ-
  8. ρειαί τε σκοπιαὶ θεῶν
  9. νιφόβολόν τʼ ὄρος ἱερόν, εἱ-
  10. λίσσων ἀθανάτας θεοῦ