The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀλλʼ ἀμφὶ τραύματʼ ἄγρια τελαμῶνας βαλεῖν.
- οὐκ ἔσθʼ ὅπως σὺ τόνδε τιμήσεις νέκυν.
- ὦ φίλτατʼ, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.
- οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις.
- ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε;
- πολλή σʼ ἀνάγκη· ποῖ γὰρ ἐκφεύξῃ λέχος;
- νὺξ ἆρʼ ἐκείνη Δαναΐδων μʼ ἕξει μίαν.
- εἶδες τὸ τόλμημʼ οἷον ἐξωνείδισεν;
- ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος.
- τί δʼ ἐκπροθυμῇ τῶνδʼ ἀπηλλάχθαι γάμων;
- συμφεύξομαι τῷδʼ ἀθλιωτάτῳ πατρί.
- γενναιότης σοι, μωρία δʼ ἔνεστί τις.