The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τρισσαὶ ψυχαί· ποίᾳ μοίρᾳ
- πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.
- οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν,
- ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρ
- ξίφεσιν βρίθων
- καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,
- ὦ πάτερ, ὤ μοι.
- αἰαῖ.
- τί τάδε καταστένεις,
- τέκνα.
- διʼ ὀδύνας ἔβας·
- εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσων