The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν,
- ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι.
- ὦ Πολύνεικες, ἔφυς ἄρʼ ἐπώνυμος· ὤμοι μοι, Θῆβαι·
- σὰ δʼ ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος —
- Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσʼ
- αἵματι δεινῷ, αἵματι λυγρῷ.
- τίνα προσῳδὸν
- ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ
- δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος,
- ἀγκαλέσωμαι,
- τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα,
- ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος;