The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οἳ δʼ εἰς ὅπλʼ ᾖσσον· εὖ δέ πως προμηθίᾳ
- καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι·
- κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένον
- Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν.
- κοὐδεὶς ὑπέστη, πεδία δʼ ἐξεπίμπλασαν
- φεύγοντες, ἔρρει δʼ αἷμα μυρίων νεκρῶν
- λόγχαις πιτνόντων. ὡς δʼ ἐνικῶμεν μάχῃ,
- οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας,
- οἳ δʼ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν
- σκυλεύματʼ εἴσω τειχέων ἐπέμπομεν.
- ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα
- νεκροὺς φέρουσιν ἐνθάδʼ οἰκτίσαι φίλοις.