The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. φόνιαι ψυχαὶ δορὶ παλλόμεναι
  2. πέσεα πέσεα δάιʼ αὐ-
  3. τίχʼ αἱμάξετον.
  4. τάλανες, ὅ τι ποτὲ μονομάχον
  5. ἐπὶ φρένʼ ἠλθέτην,
  6. βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰν
  7. μελομέναν νεκροῖς δάκρυσι θρηνήσω.
  8. σχεδὸν τύχα πέλας φόνου·
  9. κρινεῖ φάος τὸ μέλλον. ἄ-
  10. ποτμος ἄποτμος ὁ φόνος ἕνεκʼ Ἐρινύων.
Χορός
  1. ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆ
  2. πρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους.