The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς
- ἀλκὴ διʼ ὀλίγου. περγάμων δʼ ἀπʼ ὀρθίων
- λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν
- Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας
- δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός.
- παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ
- ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.
- καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις
- λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα
- ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,
- ἐπίσημʼ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει,
- ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον
- χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας
- πύλας ἐχώρει σφάγιʼ ἔχων ἐφʼ ἅρματι
- ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖʼ ἔχων
- ὑβρισμένʼ, ἀλλὰ σωφρόνως ἄσημʼ ὅπλα.
- Ὠγύγια δʼ ἐς πυλώμαθʼ Ἱππομέδων ἄναξ
- ἔστειχʼ ἔχων σημεῖον ἐν μέσῳ σάκει
- στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα,
- τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα