The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς
  2. ἀλκὴ διʼ ὀλίγου. περγάμων δʼ ἀπʼ ὀρθίων
  3. λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν
  4. Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας
  5. δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός.
  6. παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ
  7. ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.
  8. καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις
  9. λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα
  10. ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,
  11. ἐπίσημʼ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει,
  12. ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον