The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ἐτεοκλέους θανόντος, οὗ παρʼ ἀσπίδα
- βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;
- τί μοί ποθʼ ἥκεις καινὸν ἀγγελῶν ἔπος;
- τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι.
- ζῇ, μὴ τρέσῃς τόδʼ, ὥς σʼ ἀπαλλάξω φόβου.
- τί δʼ; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί;
- ἑστᾶσʼ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις.
- ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός;
- ἀκμήν γʼ ἐπʼ αὐτήν· ἀλλʼ ὁ Καδμείων Ἄρης
- κρείσσων κατέστη τοῦ Μυκηναίου δορός.
- ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι
- οἶσθʼ· ὡς μέλει μοι καὶ τόδʼ, εἰ λεύσσει φάος.