The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μιαίνει δὲ πτόλιν·
  2. διʼ αἱμάτων δʼ ἀμείβει
  3. μυσαρὸν εἰς ἀγῶνα
  4. καταβαλὼν ἀραῖσι
  5. τέκεα μέλεος. ἀγάμεθʼ ἀγάμεθʼ,
  6. ὃς ἐπὶ θάνατον οἴχεται
  7. γᾶς ὑπὲρ πατρῴας,
  8. Κρέοντι μὲν λιπὼν γόους,
  9. τὰ δʼ ἑπτάπυργα κλῇθρα γᾶς
  10. καλλίνικα θήσων.
  11. γενοίμεθʼ ὧδε ματέρες
  12. γενοίμεθʼ εὔτεκνοι, φίλα