Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.
  2. Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,
  3. τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
  4. λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
  5. νεφέλῃ καλύψας — οὐ γὰρ ἠμέλησέ μου
  6. Ζεύς — τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο,
  7. πάντων προκρίνας σωφρονέστατον βροτῶν,
  8. ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.
  9. κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσις
  10. στράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
  11. θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.
  12. ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
  13. ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼ
  14. κατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸν
  15. πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
  16. τί δῆτʼ ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔπος
  17. Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
  18. Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον
  19. οὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί.
  20. ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν