Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κτεῖνε· σύγγονον δὲ σὴν
  2. οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλʼ ἔμε· ὡς πρὸ δεσποτῶν
  3. τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.
Διόσκοροι
  1. ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ,
  2. Θεοκλύμενε, γαίας τῆσδʼ ἄναξ· δισσοὶ δέ σε
  3. Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ
  4. ἔτικτεν Ἑλένην θʼ, ἣ πέφευγε σοὺς δόμους·
  5. οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις,
  6. οὐδʼ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη