Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρένας
  2. ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.
  3. κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰς
  4. ἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι.
Ἑλένη
  1. ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον
  2. ποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθω
  3. δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.
Ἑλένη
  1. πτεροφόροι νεάνιδες,
  2. παρθένοι Χθονὸς κόραι
  3. Σειρῆνες, εἴθʼ ἐμοῖς γόοις
  4. μόλοιτʼ ἔχουσαι Λίβυν
  5. λωτὸν ἢ σύριγγας ἢ
  6. φόρμιγγας, αἰλίνοις κακοῖς
  7. τοῖς ἐμοῖσι σύνοχα δάκρυα·
  8. πάθεσι πάθεα, μέλεσι μέλεα,
  9. μουσεῖα θρηνήμα-
  10. σι ξυνῳδὰ πέμψειε
  11. Φερσέφασσα
  12. φόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσι