Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- δύσκλειαν δʼ ἀπὸ συγγόνου
- βάλετε βαρβάρων λεχέων,
- ἃν Ἰδαίων ἐρίδων
- ποιναθεῖσʼ ἐκτήσατο, γᾶν
- οὐκ ἐλθοῦσά ποτʼ Ἰλίου
- Φοιβείους ἐπὶ πύργους.
- ἄναξ, τὰ κάκιστʼ ἐν δόμοις εὑρήκαμεν·
- ὡς καίνʼ ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα.
- τί δʼ ἔστιν;