Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.
Θεοκλύμενος
  1. καὶ πῶς ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης;
Ἑλένη
  1. ἐσθλῶν κακίους ἐνίοτʼ εὐτυχέστεροι.
Θεοκλύμενος
  1. λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;
Ἑλένη
  1. ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.
Θεοκλύμενος
  1. ὄλωλʼ ἐκεῖνος. ἦλθε δʼ ἐν ποίῳ σκάφει;
Ἑλένη
  1. ναῦταί σφʼ ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει.
Θεοκλύμενος
  1. ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν;
Ἑλένη
  1. νεφέλης λέγεις ἄγαλμα; ἐς αἰθέρʼ οἴχεται.