Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὦ δέσποτʼ — ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος —
- ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμʼ ἔτι.
- ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη;
- Μενέλαος — οἴμοι, πῶς φράσω; — τέθνηκέ μοι.
- οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δʼ εὐτυχῶ.
- πῶς δʼ οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε;
- κείνη τε φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο.
- ἥκει γὰρ ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ;
- ἥκει· μόλοι γὰρ οἷ σφʼ ἐγὼ χρῄζω μολεῖν.