Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ συντέθραψαι προσπόλοισι βασιλέως.
Ἑλένη
  1. τί τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας
  2. ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.
Μενελέως
  1. πείσειας ἄν τινʼ οἵτινες τετραζύγων
  2. ὄχων ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους;
Ἑλένη
  1. πείσαιμʼ ἄν· ἀλλὰ τίνα φυγὴν φευξούμεθα
  2. πεδίων ἄπειροι βαρβάρου τʼ ὄντες χθονός;
Μενελέως
  1. ἀδύνατον εἶπας. φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοις
  2. κτάνοιμʼ ἄνακτα τῷδε διστόμῳ ξίφει;