Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;
Τεῦκρος
  1. ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ.
Ἑλένη
  1. ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν;
Τεῦκρος
  1. καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.
Ἑλένη
  1. ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;
Τεῦκρος
  1. ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές.
Ἑλένη
  1. ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες.
Τεῦκρος
  1. καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά.
Ἑλένη
  1. πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;
Τεῦκρος
  1. ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.
Ἑλένη
  1. χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον;
Τεῦκρος
  1. πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
Ἑλένη
  1. ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;
Τεῦκρος
  1. Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης.
Ἑλένη
  1. εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις;
Τεῦκρος
  1. ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.
Ἑλένη
  1. σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν.
Τεῦκρος
  1. ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.
Ἑλένη
  1. οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;