Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σαν ἐπὶ πόντια κύματα, νά-
  2. ιον ὄχημα λινοπόροις αὔραις,
  3. φιλόπλουτον ἅμιλλαν
  4. αὔξοντες μελάθροισιν;
  5. φίλα γὰρ ἐλπίς γʼ, ἐπί τε πήμασιν βροτῶν
  6. ἄπληστος ἀνθρώποις, ὄλ-
  7. βου βάρος οἳ φέρονται
  8. πλάνητες ἐπʼ οἶδμα πόλεις τε βαρβάρους περῶντες,
  9. κοινᾷ δόξᾳ·
  10. γνώμα δʼ οἷς μὲν ἄκαιρος ὄλ-
  11. βου, τοῖς δʼ ἐς μέσον ἥκει.
Χορός
  1. πῶς πέτρας τὰς συνδρομάδας,
  2. πῶς Φινεϊδᾶν ἀΰ-
  3. πνους ἀκτὰς ἐπέρασαν
  4. παρʼ ἅλιον
  5. αἰγιαλὸν ἐπʼ Ἀμφιτρί-
  6. τας ῥοθίῳ δραμόντες,
  7. ὅπου πεντήκοντα κορᾶν
  8. Νηρῄδων --- χοροὶ
  9. μέλπουσιν ἐγκύκλιοι,