Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἱερὸν καθίζων τρίποδʼ; ἐγὼ μὲν οὐ δοκῶ.
Ὀρέστης
  1. οὐδʼ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.
Ἠλέκτρα
  1. οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.
Ὀρέστης
  1. ἀλλʼ ἦ τὸν αὐτὸν τῇδʼ ὑποστήσω δόλον;
Ἠλέκτρα
  1. ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.
Ὀρέστης
  1. ἔσειμι· δεινοῦ δʼ ἄρχομαι προβλήματος
  2. καὶ δεινὰ δράσω γε — εἰ θεοῖς δοκεῖ τάδε,
  3. ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.
Χορός
  1. ἰώ,
  2. βασίλεια γύναι χθονὸς Ἀργείας,
  3. παῖ Τυνδάρεω,
  4. καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν
  5. Διός, οἳ φλογερὰν αἰθέρʼ ἐν ἄστροις
  6. ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις