Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·
  2. τὰ δʼ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.
  3. ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
  4. ἣ μὲν γὰρ αἰεὶ παραμένουσʼ αἴρει κακά·
  5. ὁ δʼ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν
  6. ἐξέπτατʼ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.
  7. ἃ δʼ ἐς γυναῖκας — παρθένῳ γὰρ οὐ καλὸν
  8. λέγειν — σιωπῶ, γνωρίμως δʼ αἰνίξομαι.
  9. ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους
  10. κάλλει τʼ ἀραρώς. ἀλλʼ ἔμοιγʼ εἴη πόσις
  11. μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.
  12. τὰ γὰρ τέκνʼ αὐτῶν Ἄρεος ἐκκρεμάννυται,
  13. τὰ δʼ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.
  14. ἔρρʼ, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ