Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οἴμοι, τόδʼ οἷον εἶπας· — αἴσθησις γὰρ οὖν
  2. κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.
  3. λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρω
  4. λόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν.
  5. ἔνεστι δʼ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,
  6. σοφοῖσι δʼ ἀνδρῶν· καὶ γὰρ οὐδʼ ἀζήμιον
  7. γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.
Χορός
  1. κἀγὼ τὸν αὐτὸν τῷδʼ ἔρον ψυχῆς ἔχω.
  2. πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ
  3. οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.
Ἠλέκτρα
  1. λέγοιμʼ ἄν, εἰ χρή — χρὴ δὲ πρὸς φίλον λέγειν —
  2. τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
  3. ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
  4. ἄγγελλʼ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,