Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς
  2. μέλλοντʼ Ὀρέστην χερὸς ὑπʼ Αἰγίσθου θανεῖν
  3. Στροφίῳ τʼ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν·
  4. ἣ δʼ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,
  5. ταύτην ἐπειδὴ θαλερὸς εἶχʼ ἥβης χρόνος,
  6. μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.
  7. δείσας δὲ μή τῳ παῖδʼ ἀριστέων τέκοι
  8. Ἀγαμέμνονος ποινάτορʼ, εἶχεν ἐν δόμοις
  9. Αἴγισθος οὐδʼ ἥρμοζε νυμφίῳ τινί.
  10. ἐπεὶ δὲ καὶ τοῦτʼ ἦν φόβου πολλοῦ πλέων,
  11. μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,
  12. κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως
  13. μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.
  14. ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχʼ ὀλωλότα,