Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα
  2. βροτῶν, ἴδετε τάδʼ ἔργα φόνι-
  3. α μυσαρά, δίγονα σώματʼ ἐν
  4. χθονὶ κείμενα πλαγᾷ
  5. χερὸς ὑπʼ ἐμᾶς, ἄποινʼ ἐμῶν
  6. πημάτων ---
  7. ---
Ἠλέκτρα
  1. δακρύτʼ ἄγαν, ὦ σύγγονʼ, αἰτία δʼ ἐγώ.
  2. διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδʼ,
  3. ἅ μʼ ἔτικτε κούραν.
Χορός
  1. ἰὼ τύχας, σᾶς τύχας,
  2. μᾶτερ τεκοῦσʼ ἄλαστα,
  3. ἄλαστα μέλεα καὶ πέρα
  4. παθοῦσα σῶν τέκνων ὑπαί.