The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείτᾳ πλάταν
  2. ἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶν
  3. καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,
  4. Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου
  5. ---πυρὸς φοίνικι πνοᾷ καθελὼν
  6. Τροίας ἐπόρθησε χθόνα.
  7. δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶ
  8. Δαρδανίας φοινία κατέλυσεν αἰχμά.
Χορός
  1. μάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,
  2. Λαομεδόντιε παῖ,
  3. Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν·
  4. ἁ δέ σε γειναμένα πυρὶ δαίεται·
  5. ἠιόνες δʼ ἅλιαι