The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σχετλία, τάδε πάσχομεν ἄλγη.
Ἀνδρομάχη
  1. οἰχομένας πόλεως ---
Ἑκάβη
  1. ἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται.
Ἀνδρομάχη
  1. δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,
  2. ὃς λεχέων στυγερῶν χάριν ὤλεσε
  3. πέργαμα Τροίας· αἱματόεντα δὲ
  4. θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν
  5. γυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσε
  6. δούλια Τροίᾳ.
Ἑκάβη
  1. ὦ πατρίς, ὦ μελέα ---
Ἀνδρομάχη
  1. καταλειπομέναν σε δακρύω,
Ἑκάβη
  1. νῦν τέλος οἰκτρὸν ὁρᾷς.
Ἀνδρομάχη
  1. καὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην.