The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Ἴτʼ, ὦ πεπαυμένοι πόνων,
- τόδʼ ἱερὸν ἀνάγετε ξόανον
- Ἰλιάδι Διογενεῖ κόρᾳ.
- τίς οὐκ ἔβα νεανίδων,
- τίς οὐ γεραιὸς ἐκ δόμων;
- κεχαρμένοι δʼ ἀοιδαῖς
- δόλιον ἔσχον ἄταν.
- πᾶσα δὲ γέννα Φρυγῶν
- πρὸς πύλας ὡρμάθη,
- πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείων
- καὶ Δαρδανίας ἄταν θέᾳ δώσων,
- χάριν ἄζυγος ἀμβροτοπώλου·
- κλωστοῦ δʼ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ