The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα
  2. πέπλων λακίσματʼ, ἀδόκιμʼ ὀλβίοις ἔχειν.
  3. οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
  4. γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.
  5. ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς,
  6. οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.
  7. σύ τʼ, ὦ τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη;
  8. ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ
  9. πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.
  10. τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο;
  11. ἄγετε τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα,
  12. νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ
  13. πέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ