The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων
- εὔανδρόν τʼ ὀλβίζων γᾶν.
- καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς
- κῆρυξ, νεοχμῶν μύθων ταμίας,
- στείχει ταχύπουν ἴχνος ἐξανύων.
- τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ
- Δωρίδος ἐσμὲν χθονὸς ἤδη.
- Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς
- ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ,
- ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι,
- Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.
- αἰαῖ, τόδε
- τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.