The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μή νύν μοι τὰν
- ἐκβακχεύουσαν Κασάνδραν,
- αἰσχύναν Ἀργείοισιν,
- πέμψητʼ ἔξω,
- μαινάδʼ, ἐπʼ ἄλγει δʼ ἀλγυνθῶ.
- ἰώ.
- Τροία Τροία δύστανʼ, ἔρρεις,
- δύστανοι δʼ οἵ σʼ ἐκλείποντες
- καὶ ζῶντες καὶ δμαθέντες.
- οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον
- τάσδʼ Ἀγαμέμνονος ἐπακουσομένα,
- βασίλεια, σέθεν· μή με κτείνειν
- δόξʼ Ἀργείων κεῖται μελέαν;