The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτʼ ἄρα,
  2. ὅθʼ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ
  3. διωλλύμεσθα μυρίας τʼ ἄλλης χερός,
  4. πόλεως δʼ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων
  5. βρέφος τοσόνδʼ ἐδείσατʼ· οὐκ αἰνῶ φόβον,
  6. ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.
  7. ὦ φίλταθʼ, ὥς σοι θάνατος ἦλθε δυστυχής.
  8. εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν
  9. γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,
  10. μακάριος ἦσθʼ ἄν, εἴ τι τῶνδε μακάριον·
  11. νῦν δʼ αὔτʼ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον,
  12. οὐκ οἶσθʼ, ἐχρήσω δʼ οὐδὲν ἐν δόμοις ἔχων.
  13. δύστηνε, κρατὸς ὥς σʼ ἔκειρεν ἀθλίως