The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὦ φίλος ὦ πόσι μοι,
- σὺ μὲν φθίμενος ἀλαίνεις
- ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος
- ἀίσσον πτεροῖσι πορεύσει
- ἱππόβοτον Ἄργος, ἵνα τείχεα
- λάινα Κυκλώπιʼ οὐράνια νέμονται.
- τέκνων δὲ πλῆθος ἐν πύλαις
- δάκρυσι κατᾴορα στένει·
- βοᾷ βοᾷ·
- Μᾶτερ, ὤμοι, μόναν δή μʼ Ἀχαιοὶ κομί-
- ζουσι σέθεν ἀπʼ ὀμμάτων
- κυανέαν ἐπὶ ναῦν
- εἰναλίαισι πλάταις