The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. [*](τὰ τοῦ δράματος πρόσωπαΠοσειδῶνἈθήναἙκάβηΧορός Αἰχμαλωτίδων ΤρῳάδωνΤαλθύβιοςΚασάνδραἈνδρομάχηΜενέλαοςἙλένη)
    Ποσειδῶν
    1. Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος
    2. πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
    3. κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
    4. ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα
    5. Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ
    6. ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶν
    7. εὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·
    8. ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
    9. ὄλωλε πορθηθεῖσʼ· ὁ γὰρ Παρνάσιος
    10. Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος
    11. ἐγκύμονʼ ἵππον τευχέων ξυναρμόσας,
    12. πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·
    13. ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται
    14. Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.
    15. ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτορα
    16. φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις
    17. πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
    18. πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
    19. πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ