Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τὰ θνητὰ τοιαῦτʼ· οὐδὲν ἐν ταὐτῷ μένει.
Πρεσβύτης
  1. μή νυν ἔτʼ οἴκτων, θύγατερ, ἀντεχώμεθα.
Κρέουσα
  1. τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν.
Πρεσβύτης
  1. τὸν πρῶτον ἀδικήσαντά σʼ ἀποτίνου θεόν.
Κρέουσα
  1. καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσʼ ὑπερδράμω;
Πρεσβύτης
  1. πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.
Κρέουσα
  1. δέδοικα· καὶ νῦν πημάτων ἄδην ἔχω.
Πρεσβύτης
  1. τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.
Κρέουσα
  1. αἰδούμεθʼ εὐνὰς τὰς τόθʼ ἡνίκʼ ἐσθλὸς ἦν.
Πρεσβύτης
  1. νῦν δʼ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.
Κρέουσα
  1. πῶς; εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γʼ ἄν.
Πρεσβύτης
  1. ξιφηφόρους σοὺς ὁπλίσασʼ ὀπάονας.
Κρέουσα
  1. στείχοιμʼ ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε;
Πρεσβύτης
  1. ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους.
Κρέουσα
  1. ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές.
Πρεσβύτης
  1. ὤμοι, κακίζῃ· φέρε, σὺ νῦν βούλευέ τι.
Κρέουσα
  1. καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.
Πρεσβύτης
  1. ἀμφοῖν ἂν εἴην τοῖνδʼ ὑπηρέτης ἐγώ.
Κρέουσα
  1. ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην;
Πρεσβύτης
  1. οἶδʼ, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς.