Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δίδωσι δʼ οἷς ἔδωκεν, οὐ φύσασί σε,
  2. ἀλλʼ ὡς νομίζῃ ʼς οἶκον εὐγενέστατον.
  3. ἐπεὶ δʼ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε,
  4. θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων
  5. καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο.
  6. ἔμελλε δʼ αὐτὰ διασιωπήσας ἄναξ
  7. ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν,
  8. σέ θʼ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.
  9. ἀλλʼ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ,
  10. ἐφʼ οἷσιν ἔζευξʼ ἅρματʼ, εἰσακούσατον.
  11. λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα