Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἅιδαν ἐκβάλλῃ.
Ἴων
  1. ὦ δεινὰ τλᾶσα μῆτερ.
Κρέουσα
  1. ἐν φόβῳ, τέκνον,
  2. καταδεθεῖσα σὰν
  3. ἀπέβαλον ψυχάν·
  4. ἔκτεινά σʼ ἄκουσʼ.
Ἴων
  1. ἐξ ἐμοῦ τʼ οὐχ ὅσιʼ ἔθνῃσκες.
Κρέουσα
  1. ἰώ· δειναὶ μὲν τότε τύχαι,
  2. δεινὰ δὲ καὶ τάδʼ· ἑλισσόμεσθʼ ἐκεῖθεν
  3. ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν,
  4. μεθίσταται δὲ πνεύματα.
  5. μενέτω· τὰ πάροιθεν ἅλις κακά· νῦν δὲ
  6. γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.
Χορός
  1. μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ
  2. ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.
Ἴων
  1. ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν
  2. καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς,
  3. Τύχη, παρʼ οἵαν ἤλθομεν στάθμην βίου
  4. μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια.
  5. φεῦ·