Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζων
- θεὸς ἐκκλέπτει.
- τί ποτʼ, ὦ μελέα δέσποινα, μένει
- ψυχῇ σε παθεῖν; ἆρα θέλουσαι
- δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ
- πεισόμεθʼ, ὥσπερ τὸ δίκαιον;
- πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς,
- Πυθίᾳ ψήφῳ κρατηθεῖσʼ, ἔκδοτος δὲ γίγνομαι.
- ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵνʼ εἶ τύχης.
- ποῖ φύγω δῆτʼ; ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδα
- μὴ θανεῖν, κλοπῇ δʼ ἀφῖγμαι διαφυγοῦσα πολεμίους.