Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη.
Χορός
  1. οἴμοι, τί λέξεις; οὔτι που λελήμμεθα
  2. κρυφαῖον ἐς παῖδʼ ἐκπορίζουσαι φόνον;
Θεράπων
  1. ἔγνως; — μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ.
Χορός
  1. ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;
Θεράπων
  1. τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον
  2. ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων.
Χορός
  1. πῶς; ἀντιάζω σʼ ἱκέτις ἐξειπεῖν τάδε.
  2. πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών,
  3. ἥδιον ἂν θάνοιμεν, εἴθʼ ὁρᾶν φάος.
Θεράπων
  1. ἐπεὶ θεοῦ μαντεῖον ᾤχετʼ ἐκλιπὼν