Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.
  2. ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
  3. σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ
  4. δάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει.
  5. κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
  6. ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο,
  7. Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ,
  8. κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
  9. ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον
  10. καθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονα
  11. νῶτον πατάξας, ὃς πεσήμασι στέγης
  12. διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
  13. ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
  14. σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων
  15. ἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνου
  16. μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
  17. εὕδει δʼ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα,
  18. παῖδας φονεύσας καὶ δάμαρτʼ. ἐγὼ μὲν οὖν
  19. οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.
Χορός
  1. —ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα
  2. τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι