Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀφρὸν κατέσταζʼ εὐτρίχου γενειάδος.
  2. ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένῳ·
  3. Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα
  4. καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω;
  5. ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε·
  6. ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως,
  7. ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.
  8. ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ.
  9. τίς μοι δίδωσι τόξα; τίς δʼ ὅπλον χερός;
  10. πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν
  11. μοχλοὺς δικέλλας θʼ, ὥστε Κυκλώπων βάθρα
  12. φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα
  13. στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν.
  14. αὐτοῦ δὲ βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν
  15. ἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγας
  16. κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί.
  17. διπλοῦς δʼ ὀπαδοῖς ἦν γέλως φόβος θʼ ὁμοῦ.
  18. καί τις τόδʼ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·
  19. Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;
  20. ὁ δʼ εἷρπʼ ἄνω τε καὶ κάτω κατὰ στέγας,