Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τλήμονάς τε παίδων τύχας;
Ἄγγελος
  1. ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
  2. καθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼν
  3. ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης·
  4. χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων
  5. πατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦν
  6. εἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν.
  7. μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν,
  8. ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκος
  9. ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς
  10. παῖδες προσέσχον ὄμμʼ· ὁ δʼ οὐκέθʼ αὑτὸς ἦν,
  11. ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
  12. ῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν