Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐς δόμους δʼ ἡμεῖς ἄφαντοι δυσόμεσθʼ Ἡρακλέους.
- —ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεται
- σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος·
- μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν
- ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας
- χορευθέντʼ ἐναύλοις.
- —βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,
- ἅρμασι δʼ ἐνδίδωσι
- κέντρον ὡς ἐπὶ λώβᾳ
- Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις