Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,
- μανίας τʼ ἐπʼ ἀνδρὶ τῷδε καὶ παιδοκτόνους
- φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα
- ἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων,
- ὡς ἂν πορεύσας διʼ Ἀχερούσιον πόρον
- τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ
- γνῷ μὲν τὸν Ἥρας οἷός ἐστʼ αὐτῷ χόλος,
- μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,
- τὰ θνητὰ δʼ ἔσται μεγάλα, μὴ δόντος δίκην.
- ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος
- πέφυκα, Νυκτὸς Οὐρανοῦ τʼ ἀφʼ αἵματος·
- τιμάς τʼ ἔχω τάσδʼ οὐκ ἀγασθῆναι φίλοις
- οὐδʼ ἥδομαι φοιτῶσʼ ἐπʼ ἀνθρώπων φίλους,
- παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,
- Ἥρᾳ θέλω σοί τʼ, ἢν πίθησθʼ ἐμοῖς λόγοις.
- ἀνὴρ ὅδʼ οὐκ ἄσημος οὔτʼ ἐπὶ χθονὶ
- οὔτʼ ἐν θεοῖσιν, οὗ σύ μʼ ἐσπέμπεις δόμους·
- ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
- ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος
- τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο·